Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.186 Dem. 19.190 (English) >>Dem. 19.193

19.188οὕτω τοίνυν αἰσχρὰ καὶ πολλὰ καὶ πάντα καθʼ ὑμῶν πεπρεσβευκὼς περιιὼν λέγει, “τί δʼ ἂν εἴποις περὶ Δημοσθένους, ὃς τῶν συμπρέσβεων κατηγορεῖ;” νὴ Δίʼ, εἴτε βούλομαί γʼ εἴτε μή, παρʼ ὅλην μὲν τὴν ἀποδημίαν ὑπὸ σοῦ τοιαῦτʼ ἐπιβεβουλευμένος, δυοῖν δʼ αἱρέσεως οὔσης μοι νυνί, τοιούτων ὄντων τῶν πεπραγμένων δοκεῖν κοινωνεῖν ὑμῖν, κατηγορεῖν. 19.189ἐγὼ δʼ οὐδὲ συμπεπρεσβευκέναι φημί σοι, πρεσβεύειν μέντοι σὲ μὲν πολλὰ καὶ δεινά, ἐμαυτὸν δʼ ὑπὲρ τουτωνὶ τὰ βέλτιστα. ἀλλὰ Φιλοκράτης σοι συμπεπρέσβευκε, κἀκείνῳ σύ, καὶ Φρύνων· ὑμεῖς γὰρ ταὔτʼ ἐπράττετε, καὶ ταὐτὰ πᾶσιν ὑμῖν ἤρεσκεν. “ποῦ δʼ ἅλες; ποῦ τράπεζα; ποῦ σπονδαί;” ταῦτα γὰρ τραγῳδεῖ περιιών, ὥσπερ οὐχὶ τοὺς ἀδικοῦντας τούτων ὄντας προδότας, ἀλλὰ τοὺς τὰ δίκαια ποιοῦντας. 19.190ἐγὼ δʼ οἶδʼ ὅτι πάντες οἱ πρυτάνεις θύουσιν ἑκάστοτε κοινῇ καὶ συνδειπνοῦσιν ἀλλήλοις καὶ συσπένδουσιν· καὶ οὐ διὰ ταῦθʼ οἱ χρηστοὶ τοὺς πονηροὺς μιμοῦνται, ἀλλʼ ἐὰν ἀδικοῦντα λάβωσί τινʼ αὑτῶν, τῇ βουλῇ καὶ τῷ δήμῳ δηλοῦσιν. βουλὴ ταὐτὰ ταῦτα, εἰσιτητήριʼ ἔθυσε, συνειστιάθη, σπονδῶν, ἱερῶν ἐκοινώνησεν· οἱ στρατηγοί, σχεδὸν ὡς εἰπεῖν αἱ ἀρχαὶ πᾶσαι. ἆρʼ οὖν διὰ ταῦτα τοῖς ἀδικοῦσιν ἑαυτῶν ἔδωκαν ἄδειαν; πολλοῦ γε καὶ δεῖ. 19.191Λέων Τιμαγόρου κατηγόρει συμπεπρεσβευκὼς τέτταρʼ ἔτη, Εὔβουλος Θάρρηκος καὶ Σμικύθου συσσεσιτηκώς, Κόνων παλαιὸς ἐκεῖνος Ἀδειμάντου συστρατηγήσας. πότερʼ οὖν τοὺς ἅλας παρέβαινον καὶ τὰς σπονδάς, Αἰσχίνη, οἱ προδιδόντες καὶ οἱ παραπρεσβεύοντες καὶ οἱ δωροδοκοῦντες, οἱ κατηγοροῦντες; οἱ ἀδικοῦντες δηλονότι τὰς ὅλης γε τῆς πατρίδος σπονδάς, ὥσπερ σύ, οὐ μόνον τὰς ἰδίας.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.186 Dem. 19.190 (English) >>Dem. 19.193

Powered by PhiloLogic